Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 13.23 Dem. 13.26 (English) >>Dem. 13.30

13.25ταῦτα δʼ ὑμῖν ἐπελήλυθε πράττειν, οὐχ ὅτι τὰς φύσεις χείρους ἐστὲ τῶν προγόνων, ἀλλʼ ὅτι τοῖς μὲν ἐφʼ αὑτοῖς παρειστήκει μέγα φρονεῖν, ὑμῶν δʼ, ἄνδρες Ἀθηναῖοι, περιῄρηται τοῦτο. ἔστι δʼ οὐδέποτʼ, οἶμαι, δυνατὸν μικρὰ καὶ φαῦλα πράττοντας μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν, ὥσπερ οὐδὲ λαμπρὰ καὶ καλὰ πράττοντας μικρὸν καὶ ταπεινὸν φρονεῖν· ὁποῖʼ ἄττα γὰρ ἂν τἀπιτηδεύματα τῶν ἀνθρώπων , τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημʼ ἔχειν.

13.26σκέψασθε δʼ τις κεφάλαιʼ ἂν ἔχοι τῶν πραγμάτων εἰπεῖν τῶν τʼ ἐκείνοις πεπραγμένων καὶ τῶν ὑμῖν, ἂν ἄρʼ ὑμῶν αὐτῶν ἀλλʼ ἐκ τούτων γε δύνησθε γενέσθαι. πέντε μὲν καὶ τετταράκοντʼ ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων ἐκεῖνοι, πλείω δʼ μύρια τάλαντʼ εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαια, ἐφʼ οἷς ἔτι καὶ νῦν ἡμεῖς φιλοτιμούμεθα. καίτοι νομίζετʼ αὐτοὺς ταῦτα στῆσαι, οὐχ ἵνα θαυμάζωμεν ἡμεῖς θεωροῦντες αὐτά, ἀλλʼ ἵνα καὶ μιμώμεθα τὰς τῶν ἀναθέντων ἀρετάς. 13.27ἐκεῖνοι μὲν δὴ ταῦτα· ἡμεῖς δʼ, ὅσης ἅπαντες ὁρᾶτʼ ἐρημίας ἐπειλημμένοι, σκέψασθʼ εἰ παραπλήσια. οὐ πλείω μὲν χίλια καὶ πεντακόσια τάλαντʼ ἀνήλωται μάτην εἰς τοὺς τῶν Ἑλλήνων ἀπόρους, ἐξανήλωνται δʼ οἵ τʼ ἴδιοι πάντες οἶκοι καὶ τὰ κοινὰ τῇ πόλει καὶ τὰ παρὰ τῶν συμμάχων, οὓς δʼ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, οὗτοι νῦν ἐν τῇ εἰρήνῃ ἀπολώλασιν;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 13.23 Dem. 13.26 (English) >>Dem. 13.30

Powered by PhiloLogic